Κυριακή, 18 Νοεμβρίου 2012

ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΚΑΤΑ ΛΟΥΚΑ ΣΤΑ ΑΡΧΑΙΑ



                       Αρχαίο Κείμενο 
6:1 Εγένετο δε εν σαββάτω διαπορεύεσθαι αυτον δια σπορίμων, και ετιλλον οι μαθηται αυτου και ησθιον τους στάχυας ψώχοντες ταις χερσίν. 2 τινες δε των Φαρισαίων ειπαν, Τί ποιειτε ο ουκ εξεστιν τοις σάββασιν; 3 και αποκριθεις προς αυτους ειπεν ο Ιησους, Ουδε τουτο ανέγνωτε ο εποίησεν Δαυιδ οτε επείνασεν αυτος και οι μετ' αυτου οντες; 4 ως εισηλθεν εις τον οικον του θεου και τους αρτους της προθέσεως λαβων εφαγεν και εδωκεν τοις μετ' αυτου, ους ουκ εξεστιν φαγειν ει μη μόνους τους ιερεις; 5 και ελεγεν αυτοις, Κύριός εστιν του σαββάτου ο υιος του ανθρώπου. 6 Εγένετο δε εν ετέρω σαββάτω εισελθειν αυτον εις την συναγωγην και διδάσκειν. και ην ανθρωπος εκει και η χειρ αυτου η δεξια ην ξηρά. 7 παρετηρουντο δε αυτον οι γραμματεις και οι Φαρισαιοι ει εν τω σαββάτω θεραπεύει, ινα ευρωσιν κατηγορειν αυτου. 8 αυτος δε ηδει τους διαλογισμους αυτων, ειπεν δε τω ανδρι τω ξηραν εχοντι την χειρα, Εγειρε και στηθι εις το μέσον. και αναστας εστη. 9 ειπεν δε ο Ιησους προς αυτούς, Επερωτω υμας, ει εξεστιν τω σαββάτω αγαθοποιησαι η κακοποιησαι, ψυχην σωσαι η απολέσαι; 10 και περιβλεψάμενος πάντας αυτους ειπεν αυτω, Εκτεινον την χειρά σου. ο δε εποίησεν, και απεκατεστάθη η χειρ αυτου. 11 αυτοι δε επλήσθησαν ανοίας, και διελάλουν προς αλλήλους τί αν ποιήσαιεν τω Ιησου. 12 Εγένετο δε εν ταις ημέραις ταύταις εξελθειν αυτον εις το ορος προσεύξασθαι, και ην διανυκτερεύων εν τη προσευχη του θεου. 13 και οτε εγένετο ημέρα, προσεφώνησεν τους μαθητας αυτου, και εκλεξάμενος απ' αυτων δώδεκα, ους και αποστόλους ωνόμασεν, 14 Σίμωνα, ον και ωνόμασεν Πέτρον, και Ανδρέαν τον αδελφον αυτου, και Ιάκωβον και Ιωάννην και Φίλιππον και Βαρθολομαιον 15 και Μαθθαιον και Θωμαν και Ιάκωβον Αλφαίου και Σίμωνα τον καλούμενον Ζηλωτην 16 και Ιούδαν Ιακώβου και Ιούδαν Ισκαριώθ, ος εγένετο προδότης. 17 Και καταβας μετ' αυτων εστη επι τόπου πεδινου, και οχλος πολυς μαθητων αυτου, και πληθος πολυ του λαου απο πάσης της Ιουδαίας και Ιερουσαλημ και της παραλίου Τύρου και Σιδωνος, 18 οι ηλθον ακουσαι αυτου και ιαθηναι απο των νόσων αυτων. και οι ενοχλούμενοι απο πνευμάτων ακαθάρτων εθεραπεύοντο. 19 και πας ο οχλος εζήτουν απτεσθαι αυτου, οτι δύναμις παρ' αυτου εξήρχετο και ιατο πάντας. 20 Και αυτος επάρας τους οφθαλμους αυτου εις τους μαθητας αυτου ελεγεν, Μακάριοι οι πτωχοί, οτι υμετέρα εστιν η βασιλεία του θεου. 21 μακάριοι οι πεινωντες νυν, οτι χορτασθήσεσθε. μακάριοι οι κλαίοντες νυν, οτι γελάσετε. 22 μακάριοί εστε οταν μισήσωσιν υμας οι ανθρωποι, και οταν αφορίσωσιν υμας και ονειδίσωσιν και εκβάλωσιν το ονομα υμων ως πονηρον ενεκα του υιου του ανθρώπου. 23 χάρητε εν εκείνη τη ημέρα και σκιρτήσατε, ιδου γαρ ο μισθος υμων πολυς εν τω ουρανω. κατα τα αυτα γαρ εποίουν τοις προφήταις οι πατέρες αυτων. 24 Πλην ουαι υμιν τοις πλουσίοις, οτι απέχετε την παράκλησιν υμων. 25 ουαι υμιν, οι εμπεπλησμένοι νυν, οτι πεινάσετε. ουαί, οι γελωντες νυν, οτι πενθήσετε και κλαύσετε. 26 ουαι οταν υμας καλως ειπωσιν πάντες οι ανθρωποι, κατα τα αυτα γαρ εποίουν τοις ψευδοπροφήταις οι πατέρες αυτων. 27 Αλλα υμιν λέγω τοις ακούουσιν, αγαπατε τους εχθρους υμων, καλως ποιειτε τοις μισουσιν υμας, 28 ευλογειτε τους καταρωμένους υμας, προσεύχεσθε περι των επηρεαζόντων υμας. 29 τω τύπτοντί σε επι την σιαγόνα πάρεχε και την αλλην, και απο του αιροντός σου το ιμάτιον και τον χιτωνα μη κωλύσης. 30 παντι αιτουντί σε δίδου, και απο του αιροντος τα σα μη απαίτει. 31 και καθως θέλετε ινα ποιωσιν υμιν οι ανθρωποι, ποιειτε αυτοις ομοίως. 32 και ει αγαπατε τους αγαπωντας υμας, ποία υμιν χάρις εστίν; και γαρ οι αμαρτωλοι τους αγαπωντας αυτους αγαπωσιν. 33 και γαρ εαν αγαθοποιητε τους αγαθοποιουντας υμας, ποία υμιν χάρις εστίν; και οι αμαρτωλοι το αυτο ποιουσιν. 34 και εαν δανίσητε παρ' ων ελπίζετε λαβειν, ποία υμιν χάρις εστίν; και αμαρτωλοι αμαρτωλοις δανίζουσιν ινα απολάβωσιν τα ισα. 35 πλην αγαπατε τους εχθρους υμων και αγαθοποιειτε και δανίζετε μηδεν απελπίζοντες. και εσται ο μισθος υμων πολύς, και εσεσθε υιοι υψίστου, οτι αυτος χρηστός εστιν επι τους αχαρίστους και πονηρούς. 36 Γίνεσθε οικτίρμονες καθως και ο πατηρ υμων οικτίρμων εστίν. 37 Και μη κρίνετε, και ου μη κριθητε. και μη καταδικάζετε, και ου μη καταδικασθητε. απολύετε, και απολυθήσεσθε. 38 δίδοτε, και δοθήσεται υμιν. μέτρον καλον πεπιεσμένον σεσαλευμένον υπερεκχυννόμενον δώσουσιν εις τον κόλπον υμων. ω γαρ μέτρω μετρειτε αντιμετρηθήσεται υμιν. 39 Ειπεν δε και παραβολην αυτοις. Μήτι δύναται τυφλος τυφλον οδηγειν; ουχι αμφότεροι εις βόθυνον εμπεσουνται; 40 ουκ εστιν μαθητης υπερ τον διδάσκαλον, κατηρτισμένος δε πας εσται ως ο διδάσκαλος αυτου. 41 Τί δε βλέπεις το κάρφος το εν τω οφθαλμω του αδελφου σου, την δε δοκον την εν τω ιδίω οφθαλμω ου κατανοεις; 42 πως δύνασαι λέγειν τω αδελφω σου, Αδελφέ, αφες εκβάλω το κάρφος το εν τω οφθαλμω σου, αυτος την εν τω οφθαλμω σου δοκον ου βλέπων; υποκριτά, εκβαλε πρωτον την δοκον εκ του οφθαλμου σου, και τότε διαβλέψεις το κάρφος το εν τω οφθαλμω του αδελφου σου εκβαλειν. 43 Ου γάρ εστιν δένδρον καλον ποιουν καρπον σαπρόν, ουδε πάλιν δένδρον σαπρον ποιουν καρπον καλόν. 44 εκαστον γαρ δένδρον εκ του ιδίου καρπου γινώσκεται. ου γαρ εξ ακανθων συλλέγουσιν συκα, ουδε εκ βάτου σταφυλην τρυγωσιν. 45 ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου της καρδίας προφέρει το αγαθόν, και ο πονηρος εκ του πονηρου προφέρει το πονηρόν. εκ γαρ περισσεύματος καρδίας λαλει το στόμα αυτου. 46 Τί δέ με καλειτε, Κύριε κύριε, και ου ποιειτε α λέγω; 47 πας ο ερχόμενος πρός με και ακούων μου των λόγων και ποιων αυτούς, υποδείξω υμιν τίνι εστιν ομοιος. 48 ομοιός εστιν ανθρώπω οικοδομουντι οικίαν ος εσκαψεν και εβάθυνεν και εθηκεν θεμέλιον επι την πέτραν. πλημμύρης δε γενομένης προσέρηξεν ο ποταμος τη οικία εκείνη, και ουκ ισχυσεν σαλευσαι αυτην δια το καλως οικοδομησθαι αυτήν. 49 ο δε ακούσας και μη ποιήσας ομοιός εστιν ανθρώπω οικοδομήσαντι οικίαν επι την γην χωρις θεμελίου, η προσέρηξεν ο ποταμός, και ευθυς συνέπεσεν, και εγένετο το ρηγμα της οικίας εκείνης μέγα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου